Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.164 Joseph. AJ 14.169 (English) >>Joseph. AJ 14.172

14.167καὶ γὰρ Ἡρώδης παῖς αὐτοῦ Ἐζεκίαν ἀπέκτεινεν καὶ πολλοὺς σὺν αὐτῷ παραβὰς τὸν ἡμέτερον νόμον, ὃς κεκώλυκεν ἄνθρωπον ἀναιρεῖν καὶ πονηρὸν ὄντα, εἰ μὴ πρότερον κατακριθείη τοῦτο παθεῖν ὑπὸ τοῦ συνεδρίου. μὴ λαβὼν δὲ ἐξουσίαν παρὰ σοῦ ταῦτα ἐτόλμησεν.” 14.168

Ὑρκανὸς δὲ ἀκούσας ταῦτα πείθεται· προσεξῆψαν δὲ αὐτοῦ τὴν ὀργὴν καὶ αἱ μητέρες τῶν ὑπὸ Ἡρώδου πεφονευμένων· αὗται γὰρ καθʼ ἑκάστην ἡμέραν ἐν τῷ ἱερῷ παρακαλοῦσαι τὸν βασιλέα καὶ τὸν δῆμον, ἵνα δίκην Ἡρώδης ἐν τῷ συνεδρίῳ τῶν πεπραγμένων ὑπόσχῃ, διετέλουν. 14.169κινηθεὶς οὖν ὑπὸ τούτων Ὑρκανὸς Ἡρώδην ἐκάλει δικασόμενον ὑπὲρ ὧν διεβάλλετο. δὲ ἧκεν τοῦ πατρὸς αὐτῷ παραινέσαντος μὴ ὡς ἰδιώτῃ μετὰ δʼ ἀσφαλείας εἰσελθεῖν καὶ φυλακῆς τῆς περὶ τὸ σῶμα, τά τε κατὰ τὴν Γαλιλαίαν ὡς ἐνόμισεν αὐτῷ συμφέρειν ἀσφαλίσασθαι. τοῦτον τὸν τρόπον ἁρμοσάμενος καὶ μετὰ στίφους ἀποχρῶντος αὐτῷ πρὸς τὴν ὁδόν, ὡς μήτε ἐπίφοβος Ὑρκανῷ δόξειε μετὰ μείζονος παραγενόμενος τάγματος μήτε γυμνὸς καὶ ἀφύλακτος, ᾔει πρὸς τὴν δίκην. 14.170Σέξστος μέντοι τῆς Συρίας ἡγεμὼν γράφει παρακαλῶν Ὑρκανὸν ἀπολῦσαι τὸν Ἡρώδην ἐκ τῆς δίκης καὶ προσαπειλῶν παρακούσαντι. τῷ δʼ ἦν ἀφορμὴ τὸ παρὰ τοῦ Σέξστου γράμμα πρὸς τὸ μηδὲν ἐκ τοῦ συνεδρίου παθόντα ἀπολῦσαι τὸν Ἡρώδην· ἠγάπα γὰρ αὐτὸν ὡς υἱόν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.164 Joseph. AJ 14.169 (English) >>Joseph. AJ 14.172

Powered by PhiloLogic